Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.253 Joseph. AJ 3.257 (English) >>Joseph. AJ 3.261

3.255

Ἐκ μέντοι τοῦ κοινοῦ σῖτος ὀπτὸς ζύμης ἄμοιρος, ἀσσαρῶνες δʼ εἴκοσι καὶ τέσσαρες εἰς τοῦτο ἀναλοῦνται. ὀπτῶνται δὲ ἀνὰ δύο διαιρεθέντες μὲν τῇ πρὸ τοῦ σαββάτου, τῷ δὲ σαββάτῳ πρωῒ κομισθέντες ἐπὶ τῆς ἱερᾶς τραπέζης τίθενται κατὰ ἓξ εἰς ἀλλήλους τετραμμένοι. 3.256δύο δὲ χρυσέων ὑπερκειμένων πινάκων λιβανωτοῦ γεμόντων διαμένουσιν ἕως τοῦ ἑτέρου σαββάτου· καὶ τότε μὲν ἀντʼ ἐκείνων ἄλλοι κομίζονται, οἱ δὲ τοῖς ἱερεῦσι πρὸς τροφὴν δίδονται, καὶ τοῦ λιβανωτοῦ θυμιωμένου ἐπὶ τῷ ἱερῷ πυρί, ἐφʼ καὶ ὁλοκαυτοῦσι τὰ πάντα, λιβανωτὸς ὑπὲρ ἐκείνου ἄλλος ὑπὲρ τῶν ἄρτων προστίθεται. 3.257θύει δʼ ἱερεὺς ἐκ τῶν ἰδίων ἀναλωμάτων, καὶ δὶς ἑκάστης ἡμέρας τοῦτο ποιεῖ, ἄλευρον ἐλαίῳ μεμαγμένον καὶ πεπηγὸς ὀπτήσει βραχείᾳ, καὶ εἷς μέν ἐστιν ἀσσάρων τοῦ ἀλεύρου, τούτου δὲ τὸ μὲν ἥμισυ τὸ πρωΐ, τὸ δʼ ἕτερον δείλης ἐπιφέρει τῷ πυρί. τὸν μὲν οὖν περὶ τούτων λόγον ἀκριβέστερον αὖθις δηλώσομεν, ἱκανὰ δέ μοι δοκεῖ καὶ νῦν περὶ αὐτῶν προειρῆσθαι. 3.258

Μωυσῆς δὲ τοῦ Λευὶ τὴν φυλὴν τῆς πρὸς τὸν λαὸν κοινωνίας ὑπεξελόμενος ἱερὰν ἐσομένην ἥγνιζε πηγαίοις ὕδασι καὶ ἀενάοις καὶ θυσίαις, ἃς ἐπὶ τοῖς τοιούτοις νομίμους παρέχονται τῷ θεῷ, τήν τε σκηνὴν αὐτοῖς καὶ τὰ σκεύη τὰ ἱερὰ καὶ τὰ ἄλλʼ ὅσα πρὸς σκέπην τῆς σκηνῆς ἐπεποίητο παρέδωκεν, ὅπως ὑφηγουμένων τῶν ἱερέων ὑπηρετήσωσιν· ἤδη γὰρ τῷ θεῷ καθιέρωτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.253 Joseph. AJ 3.257 (English) >>Joseph. AJ 3.261

Powered by PhiloLogic